Ancient Greek
Letter 419
Libanius, Epistulae 1-839 419
Not analysed yet
Οἱ παῖδές σου τοὺς πόνους οὓς ὁρίζει τὸ θέρος ἐν τῇ Δάφνῃ διαντλοῦσιν ἡμῶν τοῦτο ἐφιέντων, ὅπως ᾖ τῷ πονεῖν παραμύθιον δένδρα καὶ ὕδατα καὶ αὖραι. ἢν οὖν τις αὐτοὺς διαβάλλῃ τῷ τόπῳ, συκοφάντης δοκείτω τῷ ἔργῳ. τὴν δ’ ἐφ’ ἑκατέρῳ γνώμην ἐμὴν ὁ φέρων σοι τὴν ἐπιστολὴν ἐρεῖ, δι᾿ ὃν εὐδαίμονα σέ τε ἡγοῦμαι καἰ τοὺς υἱεῖς. τῷ γὰρ ἀρίστῳ τῶν ἐπὶ γῆς Ὀλυμπίῳ τῆς σῆς οἰκίας μέλει.