Ancient Greek · ~2 min
Letter 420
Libanius, Epistulae 1-839 420
Not analysed yet
Ζηνόβιος ἡμῖν διδάσκαλος καὶ πάντα ἦν. τούτῳ συγγε- νής ἐστι Βοηθός. τῷ δ’ αὖ Βοηθῷ τούτῳ παῖς ὁμώνυμος, ὃς τὸν διδάσκαλον ἡμῖν ἀγαπώμενος ὡς υἱὸς ἐθεράπευσεν ὡς οἰκέτης. ὅστις δὲ ἐκείνῳ τι καὶ μικρὸν ἐχαρίζετο, τοῦτον ἡμεῖς τίθεμεν εἰς τοὺς τὰ μέγιστα κεχαρισμένους ἡμῖν. τὸν μὲν οὖν νεώτερον Βοηθὸν ἐνθάδε οἰκοῦντα ὅ τι ἔχομεν εὖ ποι- οῦμεν, τὸν δὲ πρεσβύτερον παρ’ ὑμῖν τε ὄντα καὶ διὰ τὴν τοῦ παιδὸς χρηστότητα δίκαιον εὖ παθεῖν ὄντα σύ τι ποίησον ἀγαθόν· ὡς τῆς ἐπὶ τῶν δικῶν ἀκριβείας οὐ χεῖρον τὸ τοὺς φιλοῦντας ἐκ τῶν δικαίων εὐφραίνειν.