Ancient Greek · ~1 min
Letter 424
Libanius, Epistulae 1-839 424
Not analysed yet
Σὺ τῶν ἐμῶν κύριος βραδέως τε ἀποδοῦναι καὶ κατα- σχεῖν, εἰ βούλοιο. ὃ δὲ καὶ πρὸς παρόντα ἔφην, οἴεσθαι μέν σε κάλλος ἐνεῖναι τοῖς ἐμοῖς πιστεύω· δέδοικα μέντοι μή σοι τοῦτό τὴν χείρω δόξαν ἐνέγκῃ. ἐγὼ μὲν γὰρ οὐδὲν ἱερόν, οἱ δὲ πίθηκοι πιθηκίζοντες τὰ αὑτῶν ποιοῦσι. μὴ τοίνυν αὐτοὺς μεμφώμεθα.