Ancient Greek
Letter 423
Libanius, Epistulae 1-839 423
Not analysed yet
Πόλλα κακὰ περὶ τὸ σῶμα παθὼν καὶ τῶν μὲν μόλις ἀπαλλαγείς, τὰ δὲ ἔτι φέρων ἕν ἔχω παραμύθιον τὰς ἐλπίδας τὰς περὶ σέ. μὴ γὰρ οἴου τοὺς ἀνθρώπους ἄλλο τι ᾄδειν ἡ ὡς αὐτίκα μάλα ἔσται σοὶ μὲν σχῆμα πάλαι προσῆκον, τοῖς δὲ πράγμασι σωτηρία. ταύτην δὲ τεκμαίρονται δυοῖν, ἀρετῇ τε σῇ καὶ τῷ τὸν βασιλέα δι’ ὧν ἔστι σώζειν τὰς πόλεις ὁρᾶν. ἀλλ’ ὅπως μὴ πάλιν φύγῃς προσιοῦσαν ἀρχήν· οὐ γὰρ κα- λόν τινα τοῦτον δρασμὸν μελετᾷς. εἰ γὰρ καὶ χρῆν γενέσθαι δραπέτην, ἤδη γέγονας ἀπὸ τῆς ώμης δραπετεύσας.