Ancient Greek · ~3 min
Letter 427
Libanius, Epistulae 1-839 427
Not analysed yet
Οἶον πρᾶγμα νῦν λήψεται τὴν ἀρχὴν δίκαιον ὂν ἀρ- χαῖον εἶναι· νῦν Σπεκτάτος Ἀρισταινέτῳ ξένος ἔσται. πρὸ τοῦδε οὐ σφόδρα, ταχὺ δὲ ὑμῖν ἐκ τοῦ κέρδους ἡ ζημία φαί νεται καὶ θαυμάζοντες ἀλλήλους τὸν προειμένον αἰτιάσεσθε χρόνον. ἃ μὲν οὖν οὗτος ἤκουσε περὶ σοῦ, τοιαῦτά ἐστιν, ὥστε ἐρῶν ἔρχεται· ἃ δὲ εὑρήσεις ἐν τούτῳ σύ, τοιαῦτά ἐστιν, ὤστ’ ἀπιόντος οὐκ οἴσεις. ἄξιον δὲ τὴν ἀρχὴν τῆς πρὸς τὸν ἄνδρα φιλίας πέρας σοι γενέσθαι τῆς λύπης, ἣν ἐπὶ τῇ γυναικὶ τρέφεις. τὸ μὲν γὰρ Ἡρακλέους οὐ ποιήσει —οἴμαι δέ, οὐδ’ Ἡρακλῆς ἐποίησεν, ἀλλ’ ἡ Ἄλκηοτις ἀνιοῦσα μῦθός έστιν —ὅση δὲ ἀνθρώπῳ δύναμις, εἰς παραμυθίαν οὐδὲν ἐλλείψει.