Ancient Greek · ~3 min
Letter 428
Libanius, Epistulae 1-839 428
Not analysed yet
Περιεργάζομαι μὲν ἴσως πατέρα παρακαλῶν ἐπιμελεῖσθαι παιδὸς ἀμελεῖν ἐγνωκότα, δακρύοντα δὲ ἰδὼν Θεμίστιον μᾶλ- λον ἐδεξάμην ἐκεῖνο δόξαι ἢ τοῦτο παριδεῖν. ἔλεγε τοίνυν τραχὺ μὲν οὐδέν, ὡς δὲ λήθη σέ τις αὑτοῦ λάβοι, ἐγὼ δέ, εἰ μὶν ἠπόρεις, ἠξίουν ἄν σε παρὰ τῶν φίλων ἀγείροντα τῷ παιδὶ βοηθεῖν· ἐπεὶ δὲ εὖ ποιῶν ἐν πρώτοις εἶ τῶν εὐπόρων, παραινῶ τι τῶν ὄντων εἰς τὸ τῶν ὄντων σρι τιμιώτατον ἀνα- λῶσαι. ἴσως μὲν γὰρ οὐδὲ πεῖνα σφόδρα νέῳ χρήσιμον, ἔστι δὲ νῦν οὐ περὶ τῆς γαστρὸς ὁ λόγος, ἀλλ’ ὅπως ᾐ το νεανίσκῳ βιβλία· ὧν ἀπόντων ὅμοιος ἔσται τῷ πειρωμένῳ το- ξεύειν ἄνευ τόξου μανθάνειν.