Ancient Greek · ~3 min
Letter 429
Libanius, Epistulae 1-839 429
Not analysed yet
Φιλοῦ μὲν τὸ τὰ τοιαῦτα ἀκούσαντα ἀλγῆσαι καὶ ἐπι- στεῖλαι, ἀγαθοῦ δὲ καὶ κατὰ σὲ τὸ μετὰ Μουσῶν ἐπιστεῖλαι. ὁ δὲ σοὶ ταῦτα ἀγγείλας ἢ ῥᾳδίως περὶ ὧν οἶδεν οὐδὲν ὡς εἰδὼς τολμᾷ λέγειν ἢ τοῦτο μὲν οὐχί, σοὶ δὲ ἐχθρός ἐστι καὶ ἐμοί. καὶ ταῦτα ἔπλαττεν ἐπὶ ψόγῳ μὲν ἐμῷ, σῇ δὲ λύπῃ. μᾶλλον δέ, ἐχθροῦ μὲν ἡ γνώμη, τὸ δὲ ἔργον φίλου. τὸ γὰρ σοὶ μὲν δοῦναι τοιαύτην ἐπιστολὴν συνθεῖναι, καλὴν δὲ οὕτως ἐλθεῖν ἐπιστολὴν ἐμοὶ σφόδρα ἀμφοῖν κηδομένου. τὰ δὲ ἡμέτερα ὧδε ἔστηκεν· οἱ πρὶν ἡμᾶς ἥκειν ἀνθοῦντες ἀπηνθή- κασιν, φθόνος δ’ ἀνέφυ οὐδείς. τὸ δὲ μὴ πρὸς κέντρα καὶ μάλα ἴσασι. Κύκλωψ δὲ ἐκεῖνος καὶ Σκύλλα μέχρι τοῦ πορθμοῦ Σικελίας. χαῖρε τοίνυν καὶ τὴν παροιμίαν ἀφεὶς συνήδου.