Ancient Greek · ~1 min
Letter 444
Libanius, Epistulae 1-839 444
Not analysed yet
υμδ΄. Ἀγησιλάῳ. (355) Οἱ πρέσβεις οἵδε τῆς πόλεως ἡμῖν τὰ πρῶτα γένους τε ἕνεκα καὶ τρόπων, εἰσὶ δὲ καὶ τῶν εἰδότων ὡς ὁ σὸς υἱὸς οὐ κατὰ τοὺς πολλοὺς ἐν λόγοις. ὥστ᾿ ἔξεστί σοι περὶ ἐκεί- νου τι πυθέσθαι καὶ περὶ ἡμῶν ἀκοῦσαι.