Ancient Greek · ~1 min
Letter 445
Libanius, Epistulae 1-839 445
Not analysed yet
Οὐδέν σε διδάσκειν δεῖ περὶ τῶν πρέσβεων· ἄμφω γὰρ οἶσθα, τὸν μέν, ἡνίκα διὰ τῆς ὑμετέρας ἤλαυνε, τὸν δέ, ὅτε ἄχρι τῆς ὑμετέρας ἦλθεν. ἀλλ᾿ ὅμως ἐκεῖνο προσθείην ἄν· οὐ μικρόν σοι δίκαιον πρὸς αὐτούς· παῖς ἐστιν ἑκατέρῳ παρ᾿ ἡμῖν ἑκάτερος εὐφραίνων ἐλπίσιν.