Ancient Greek · ~2 min
Letter 449
Libanius, Epistulae 1-839 449
Not analysed yet
Κέντρον ἡμῖν ἐναπέθου κινοῦν εἰς τὸ μεμνῆσθαί σου τὸν τρόπον. ἐμοὶ δὲ καὶ Κληματίῳ δάκρυα κατὰ τῶν παρειῶν ἄχρι τῶν πυλῶν ἔρρει. ἔπειτα τὸν μὲν ἔπαυσε τῆς λύπης ὁ τοῦ αὐτίκα σε ὄψεσθαι λογισμός, ἐμὲ δὲ τὸ μετὰ χρηστῆς σε τῆς ἐλπίδος πορεύεσθαι. τοὺς φόβους δὲ ἡμῖν ὅτι μὲν ἀν- αιρήσεις οἶδα, προσέστω δὲ καὶ τάχος τῇ χάριτι. δώσει δέ σοι πρὸς τὰς δεήσεις ὁδὸν ἡ τῶν πρέσβεων παρουσία, καὶ συλλήψῃ διὰ μὲν τούτους ἡμῖν, τούτοις δὲ διὰ τὴν πόλιν.