Ancient Greek · ~1 min
Letter 450
Libanius, Epistulae 1-839 450
Not analysed yet
Κλημάτιον ὡς εἶδον, ἥσθην τε καὶ οὐκ ἀπῆν άνία τῆς ἡδονῆς. ἡδὺ μὲν γὰρ τὸ φίλον ὁρᾶν, τὸ δὲ μὴ σοὶ συνεῖναι τὸν ἄνδρα λυπηρόν. τοὺς γὰρ ταξιάρχους τῆς τῶν στρατηγῶν ἄξιον ἀπολαύειν τύχης εἰ μὲν οὖν οὗτος ἠδίκηκέ τι, φρά- σον, ὅπως αὐτὸν τιμωροίμεθα· εἰ δ’ ὁ δεῖνα τὸν ὀπαδὸν ὑπερ- εῖδεν, ἰασάσθω τὴν ῥᾳθυμίαν εὐεργεσίᾳ.