Ancient Greek · ~2 min
Letter 451
Libanius, Epistulae 1-839 451
Not analysed yet
Πολὺ καλλίων ἡμῖν ἐφάνη Κλημάτιος οὐχὶ ῥητορικὴν ἀπὸ τῆς 'Pώμης, ὥσπερ οἴεται, προσλαβών, ἀλλ’ ὅτι τἄλλα πάρ- εργον ἡγησάμενος ἔργον ἔθετο τῆς σῆς διανοίας ἐπ’ ἀμείνοσι μεμνῆσθαι. τὸ γὰρ οὓς προσῆκεν ἐπαινεῖν δι’ εὐφημίας ἔχειν τῶν ἐπαινούντων ἀγαθόν, ὥσπερ, οἴμαι, τὸ ψέγειν τοῖς τοῦτο ποιοῦσι κακόν. ἡγοῦμαι δὲ καὶ πρὸς τὸ μέλλον ἀσφάλειάν τε αὐτῷ τὸ πρᾶγμα καὶ ἐπίδοσιν ἔσεσθαι τῆς σῆς αὐτῷ χειρὸς πανταχοῦ παρούσης καὶ τά τε δυσχερῆ παυούσης καὶ τὰ βελ- τίω παρεχούσης