Ancient Greek · ~1 min
Letter 453
Libanius, Epistulae 1-839 453
Not analysed yet
Εἶδον ἐν τοῖς λόγοις σου τὰ βέλη καὶ οὐκ ἂν φαίην· βάλλ᾿ οὕτως, ἀλλὰ μᾶλλον· πέπαυσο βάλλων. οἶσθα γὰρ ὁπποῖόν εἴπῃσθα. ἐμὲ δὲ εἴ τις λέγοι κακῶς, μὴ τοῦτό σοι ποιείτω πόλεμον, ὃ μηδὲ ἡμᾶς ἀλγύνει.