Ancient Greek · ~6 min
Letter 454
Libanius, Epistulae 1-839 454
Not analysed yet
Ἐρωτᾷς, ὅπως ἔχει μοι τὰ πράγματα, τὸ σὸν δὲ ὅπως σοι σῶμα πέπραγεν, οὐ μηνύεις ὥσπερ οὐ πλείονος οὔσης ἡμῖν ὑπὲρ ἐκείνου φροντίδος ἢ σοὶ περὶ τούτων. ἄκουε δὴ οὖν γράμμα οὐδὲν ἥκει μοι φοβερόν, Σπεκτάτος δὲ καὶ χρηστὸν ἐπαγγέλλεται. ὁ δὲ μάργος ἐκεῖνος καὶ τὴν Μεγάλην φθείρων πόλιν ἥν τε ἐκαρπούμην ἐκ τῆς πόλεως τροφὴν εἰς ἑτέρους μετέθηκε γνώμῃ βασιλέως χρησάμενος καὶ χρυσὸν εἰσπράττει δή με πρὸς τὸν ἄρχοντα ἐπιστείλας ἐφ’ οἷς οὕτως ὴγανά- κτήσι Στρατήγιος, ὥστ’ οὐ πώποτε τηλικοῦτον ἀνεβόησε. καὶ δὴ καὶ ταῦτα ἡμῖν εὔνουν τὸν ἄνδρα ποιεῖ· τὸν γὰρ ὑπ’ ἐκεί- νου μισούμενον οἴεται προσήκειν εὖ πάσχειν ὑφ’ ἑαυτοῦ. τὰ δὲ περὶ τοὺς νέους τὰ μὲν ἄλλα ᾗ πρὸ τοῦ, Ἰούλιος δὲ ὁ γραμματιστὴς ὑπὸ λύπης οἴχεται, καὶ γνοὺς Εὐδαίμων ὡς οὔπω πάντα αὑτῷ ῥᾴδια, Σεβαστιανὸν πείθει δεηθῆναί μου νεῖμαί τι προνοίας αὑτῷ. τῷ δὲ Εὐβούλῳ δῆλός τε ἐγενό- μην ἡδέως ἂν ἰδὼν Ἀκάκιον ἐνθάδε καὶ ἐποιήσατο περὶ τού- του πρὸς τὸν ἄρχοντα λόγον προσθείς, ὡς ἄρα ἀρέσκοντά μοι ποιοῖ. ὁ δὲ οὐ μάλα προσέσχεν οὐκ οἰόμενος δεῖν ἄκοντα ἕλ- κειν τὸν ἄνθρωπον, ἐκ δὲ Παλαιστίνης ἀφιγμένοι τῶν γνω- ρίμων τινὲς λέγουσί τε ὡς αὐτοῦ μενεῖ καί τινα ἐπίδειξιν ἀπαγγέλλουσιν οὐκ εὐτυχῆ. ὁ δὲ Ἡρωδιανὸς προσιὼν ἐμέ τε αὑτοῦ ποιεῖται κύριον καὶ ἐφ’ οἷς Οὐράνιος ζῆν ἀξιοῖ. καὶ πολλὰ τὰ σοῦ χρῄζοντα, τὰ μὲν ἐμά, τὰ δὲ κοινά.