Ancient Greek · ~3 min
Letter 457
Libanius, Epistulae 1-839 457
Not analysed yet
Πολύν σοι χρόνον οὐκ ἐπιστείλας εἶτα ἀπολογίαν ζητῶν εὗρον οὐ τουτὶ μόνον ἱκανὸν λῦσαι τὸ ἔγκλημα, ἀλλ’, οἶμαι, κἂν εἰ τί σε δυσχερέστερον ἐτύγχανον εἰργασμένος, ἐκράτησεν ἂν τουτὶ τὸ καλὸν ἐκείνου τοῦ χαλεποῦ. γράμματα γὰρ δή σοι πέμπομεν διὰ τοῦ κρατίστου μὲν ῥητόρων, πρᾳοτάτου δὲ ἀνθρώπων, ἀκριβεστάτου δὲ ἀρχόντων. ταυτὶ γὰρ καὶ ἔτι πλείω τούτων εἶδον μὲν οἱ τὸν Ἑλλήσποντον οἰκοῦντες ἐν Εὐσεβίῳ. γνώσεσθε δὲ ὑμεῖς. δὸς δέ μοι προειπεῖν ὡς παρ’ ὑμῶν δεῦρο βαδιεῖται τὸ κέρδος. σὸν δὴ δεικνύναι σαυτόν, ὡς εἰς καθαρά γε ὦτα τοὺς λόγους ἀφήσεις καὶ ψυχὴ φανεῖται ἀξία σπουδῆς ἐπισταμένη γε διορᾶν καὶ οἶς οὐ προσεκτέον.