Ancient Greek · ~2 min
Letter 456
Libanius, Epistulae 1-839 456
Not analysed yet
Καλόν γε ἐξεῦρες τῷ παιδὶ κηδεμόνα τὸν χρηστὸν Τα- τιανὸν δεινόν γε · διδασκάλους τε ἐπεγεῖραι καὶ νέων σπουδὴν μὲν ἐπαινέσαι, ῥᾳθυμίαν δὲ καὶ ἰδεῖν καὶ παῦσαι. καὶ δή σε κελεύω θαρρεῖν, ὡς οὐδὲ μικρὸν Ἀλέξανδρος παραναλώσει τοῦ χρόνου τούτου τείνοντος εἰς ἐκεῖνον τό τε ὄμμα καὶ τὴν γνώ- μην. θαυμάζω δὲ ὅτι τὸν μὲν ἐπιμελητὴν ἐπορίσω τῷ νέῳ γενναῖον, αὐτὸν δὲ τὸν νέον πρὸς τοῖς ὄις δήσας ἔχεις.