Ancient Greek · ~2 min
Letter 459
Libanius, Epistulae 1-839 459
Not analysed yet
Ἠρόμην τὸν γενναῖον Εὐσέβιον, εἴ σε τιθείη τῶν φίλων. ὁ δὲ καὶ πάνυ φησὶ μέγα βοῶν. ἡ βοὴ δὲ ἦν δηλοῦντος ὡς ἐν κέρδει ποιοῖτο τὴν φιλίαν. σὺ τοίνυν ἀφείς ποτε τὸ τὴν γυναῖκα θρηνεῖν συνεῖναι τῷ γνωρίμῳ. δεῖ δέ σε παρ- αινεῖν μὲν οὐδὲν εἰς τὴν ἀρχήν, ἤσκηται γὰρ ἄρχειν καὶ μά- λιστά γε ὧν ἴσμεν, ἐμπειρίᾳ δὲ λόγων εἰς σωτηρίαν πόλεων κέχρηται· σὺ δ’ ὅπως τὰς ὁδοὺς αἷς ὀρθοῖ τὰς πόλεις ὁρῶν ἐπαινέσῃς καὶ ποιήσῃς ἅπασαν Βιθυνίαν ἔνα χορὸν ᾀδόντων ἃ πεπόνθασιν.