Ancient Greek · ~1 min
Letter 460
Libanius, Epistulae 1-839 460
Not analysed yet
Καλῶς ἐποίησας καὶ σιγήσας ὅτε ἄμεινον καὶ φθεγγό- μένος ἡνίκα βέλτιον καὶ τὰ τοῦ Πυθαγόρου καλὰ πάλιν εἰς τὸν βίον εἰσάγων. ἐγὼ δέ σε πρότερόν τε ἠγάμην καὶ νῦν φιλῶ κἂν ἴδω ποτέ, τὴν ὄψιν εἰς μεγίστην εὐτυχίαν θήσομαι.