Ancient Greek · ~1 min
Letter 462
Libanius, Epistulae 1-839 462
Not analysed yet
Αὐτὸς μὲν ἠρρώστησα τοῦ θέρους, Ἀλβάνιος δὲ τοῦ φθινοπώρου. . τοῦ καμεῖν δὲ ἀμφοῖν αἴτιος ὁ περὶ τοὺς λόγους πόνος. σὺ δ’ εἴ τις ἡμᾶς οἰόμενος ἐνθένδε ἀναστήσεσθαι μέλλει, πεῖθε τοῦτον ὅτι μενοῦμεν τῶν τε κρατούντων ἐφιέν- των καί τινος ἡμῖν ἐξευρημένης ὁδοῦ, δι’ ἧς καὶ ἀκόντων μένειν ὑπάρξει.