Ancient Greek · ~1 min
Letter 461
Libanius, Epistulae 1-839 461
Not analysed yet
Τοῦ λέγοντος ἦν τὸ μὴ τοιοῦτον λαβεῖν ἀκροατὴν ἡ ζη- μία. σὺ μὲν γὰρ οὐκ ἀπορήσεις δεξιωτέρου ῥήτορος, ἡμεῖς δὲ κριτὴν οὐχ εὑρήσομεν εὐνούστερον. τὸν υἱὸν δὲ πάλαι προσ- δοκῶντες ὁρῶμεν οὔπω, καίτοι νεανίσκος μὲν ἐκεῖνος, ἡμεῖς δὲ αὐτῷ πατρικοὶ φίλοι. τόπος δὲ αὐτόν, ὃς καὶ τὸν τοκέα δέξαιτο.