Ancient Greek · ~1 min
Letter 464
Libanius, Epistulae 1-839 464
Not analysed yet
Ἥδιστον μέν σε Ἄι ἄρχοντα ὁρᾶν, οὐ πολλῷ δὲ ἦττον τὸ 'τὴν. ἀρετὴν μεθ’ ἧς ἄρχεις ἀκούειν. καὶ θαυμαστόν γε οὐδὲν μαθητὴν ὄντα τοῦ καλοῦ Στρατηγίου καλὸν ἐν ἀρχαῖς εἶναι εἰ μὲν οὖν ἦν παρ’ ὑμῖν, ᾠκοδόμησα ἄν μοι, νῦν δέ, οὗ πολὺν χρόνον ἀπεστέρημαι χρυσίου, τοῦτο εἰσπράξας ἀπόστελλε. νομιοῦμεν δὲ οὐκ ὄφλημα κεκομίσθαι μᾶλλον ἡ δωρεὰν εἰληφέναι.