Ancient Greek · ~2 min
Letter 465
Libanius, Epistulae 1-839 465
Not analysed yet
Τῷ δ᾿ ἔτερον μὲν ἔδωκε θεός, ἔτερον δ᾿ ἀνένευ- σεν, ἔφη τις περί τινος εὐξαμένου δύο. καὶ δὴ καὶ σοὶ τὸ μέν τι δέδοται, τὸ δὲ τῷ τῷ μὲν γὰρ Διοφάντῳ καὶ τοῦ σω- φρονεῖν μέλει καὶ λόγων καὶ ἔστιν ἐν ἑκατέρῳ τοιοῦτος οἶος εὐφρᾶναι πατέρα, τὸν δ’ ἕτερον ἔδει μηδὲ γενέσθαι. μὴ οὖν ἔστω τι βλάβος ἡ ’κείνου κακία τῇ τοῦδε ἀρετῇ μηδ’ ἀμ- φοῖν ἡγοῦ τὰ μὴ ἀμφοῖν, ἀλλ’ ἴσθι τὸν μὲν ἀγαθὸν εἶναι, τὸν δ’ οὐκ ἐθέλειν.