Ancient Greek · ~3 min
Letter 470
Libanius, Epistulae 1-839 470
Not analysed yet
Ἣν μὲν κ. αλεῖς φήμην, Τραϊανὸς εἶναί μοι δοκεῖ, ἐκεῖνος γάρ ἐστιν ὁ πείσας τε αὑτὸν ὡς εἴην ἐγώ τι, καὶ πολλοὺς ἕλκων εἰς κοινωνίαν τῆς δόξης, χάρις δέ σοι τοῦ μὴ ποιήσα- σθαι πρόφασιν εἰς τὸ μὴ γράψαι τὸ μὴ λαβεῖν τὴν ἐπιστολήν, ἀλλὰ χωρὶς θεῖναι τό τε ἐμὸν καὶ τὴν τῶν οἰκετῶν κακίαν. εἰ δὲ μὴ τῶν νέων, οὓς τῇ μουσικῇ τρέφεις, ἐκηδόμην, ἁρπασθεὶς ἂν ἦσθα παρ’ ἡμῖν. νῦν δὲ ἔδοξέ μοι τοις μὲν μὴ φθονῆσαι τοῦ χειμῶνος, τὸ δὲ τῷ θέρει τηρῆσαι. τὸν νε- φρὸν δὲ ἡμῖν ἢν ἀπαλλάξῃς τοῦ πάθους, ζῆν ἡμᾶς πέπεικας· ὡς νῦν γε ἡμῖν ἐν συμφορᾷ τὸ μὴ τεθνάναι.