Ancient Greek · ~3 min
Letter 469
Libanius, Epistulae 1-839 469
Not analysed yet
Ἥκει σοι καιρὸς παρέχων εὖ ποιῆσαι ἅπαν τὸ Ἑλληνικόν. Ἱμερίῳ γὰρ βίος μέν ἐστι παιδεύειν, τόπος δὲ τῆς συνουσίας Ἀθῆναι, κτήματα δὲ ἐν Ἀρμενίᾳ. τιμῆς δὲ τῆς μὲν ἄκρας ἄξιος ἁνήρ, τυγχάνει δὲ οὐδὲ μικρᾶς, ἀλλ’ ἐπιθέμενοι Δυκοῦρ- γοί τινες ἐλαύνουσι Διόνυσον καὶ γέγονεν αὐτῷ τἀκει Μυ- σῶν λεία. καίτοι τῷ μὲν εἰς χρήματα ἡ βλάβη, οἱ δὲ εἰς τὸν θεὸν ὃς ἔδωκε λόγους ἀσεβοῦντες οὐκ αἰσθάνονται. σοὶ τοίνυν πρέπει τῶν ταῦτα κωλυόντων, οὐ τῶν ποιούντων ἴνα γενέσθαι. ῥᾴδιον δέ σοι παρεδρεύοντι καἰ κοινωνοῦντι τῆς ἀρχῆς. δεῖξον δὴ τοῖς ἐχθροῖς τῶν Μουσῶν ὅτι εἰσί τινες καὶ φίλοι ταῖς Μούσαις τῶν ἐχθρῶν δυνατώτεροι, καὶ πράξει μιᾷ χάρισαι μὲν θεοῖς Ἑλληνίοις, χάρισαι δὲ τῷ τε ἐπιστέλ- λοντι καὶ περὶ οἱ, τὰ γράμματα, δίδαξον δὲ τὸν υἱὸν Ἀκύλαν ὡς οὐκ ἄτιμον οἱ λόγοι.