Ancient Greek · ~3 min
Letter 475
Libanius, Epistulae 1-839 475
Not analysed yet
Ἔδει μέν σοι μηδεμίαν γενέσθαι περὶ τὸν οἶκον πληγήν· ἐπεὶ δὲ ταῦτα ἔδοξε τοῖς ἄγουσι τὰ ἀνθρώπεια, καλῶς ποιεῖς σωφρόνως τὸ κακὸν φέρων. Μητερίῳ δὲ τῷδε παρ’ ἡμῖν ὑπῆρξε μέν τι καὶ ἡσθῆναι, τὰ πλείω δὲ σπουδάσαι, τῶν μὲν μεθ’ ἡμῶν εὐωχουμένῳ, τῶν δὲ σὺν τοῖς τὰ πολιτικὰ πράτ- τουσιν ἀπολαύοντι, οἳ δὴ καὶ τὴν ἐπάνοδον αὐτῷ πολλάκις ἀνέκοψαν. προσῆκεν οὖν αὐτὸν τῶν μὲν ἐπαινεῖσθαι, διὰ δὲ ταῦτα μὴ φθονεῖσθαι. πάντως καὶ παρ’ ὑμῖν οἱ πρεσβύ- τιροι τὰς τῶν ἴππων ἁμίλλας οὐκ ἀτιμάζουσιν· οὕτω γάρ μοι κάλλιον εἰπεῖν ἢ ὅσον ἔξεστιν. εἰ μὲν οὖν οὔτως ὁ πατὴρ ἔχει γνώμης ὡς μηδὲ ‘ὲν ἐγκαλεῖν, ἐπαίνει τὴν κρίσιν· εἰ δὲ οἴεται δεῖν ἐπιτιμᾶν, μετάβαλλε τὴν γνώμην.