Ancient Greek
Letter 476
Libanius, Epistulae 1-839 476
Not analysed yet
Ὁμολογῶ μὴ πυκνὰ γράφειν. ἡ δὲ αἰτία παρ’ ὑμῖν. Με καὶ νῦν ὅτι γέγραφα θαυμάζω. τί οὖν ἀδικοῦντες ἠναγκάσατέ με σιγᾶν; ἣν ἂν ἐπιστολὴν λάβητε, τοῖς ἐνταῦθα εὐθὺς ἔγνω- σται. καὶ προδιδόντες τὸν Φίλιον ἐν τῷ Καρὶ κινδυνεύειν οἴεσθε. εἶθ’ ὑμεῖς μὲν ἐπ’ ἀγορᾶς δείκνυτε τὰ γράμματα, πνεῦμα δὲ ἐκεῖθεν ἀρθὲν καὶ δεῦρο ἐμπεσὸν κύματα ἡμῖν ἐγεί- ρει καὶ ποιεῖ ταῦτα ἃ Μακεδόνιος εἰδώς, εἴ τις ἔροιτο, διδά- ξει. τὴν μὲν οὖν πληγὴν ἐκείνην οὐκ ἂν ἰάσαιτό τις, δέο- μαι δὲ ὑμῶν μὴ προσθεῖναι δευτέραν. ὅταν δέ μοι παραινῇς μὴ τῷ πράττειν εὖ τῶν φίλων ἀμνημονεῖν, αὐτὸς ἐπιλελῆσθαι φαίνῃ τῶν φίλων. ἐμὲ γὰρ ὅτι τούτων δὴ τῶν τοῖς πολ- λοῖς δοκούντων ἀγαθῶν οὐδὲν οὐδεπώποτε ἐπῆρε, πάλαι μὲν ᾔδεις, νῦν δὲ οὐ βούλει καίτοι μοι πολλάκις ἐπιτιμῶν ὅτι τὰς τῶν ἀρχόντων δυνάμεις οὐκ ἠξίουν θεραπεύειν, ὃ τοσούτῳ νῦν πλέον φυλάττεται, ὅσῳ προστίθησιν εἰς τὸ θαρρεῖν ἡ πα- τρίς. καὶ μὴν εἰ καὶ σφόδρα οὕτως εἶχον ὡς τοῦτο εὐτυ- χίαν ἄγειν, ἑτέρων γε νῦν τὸ δύνασθαι τῶν καὶ ἡμᾶς ἀφῃρη- μένων τὸ δύνασθαι. ζήτει οὖν, ὅστις σοι πράξει τὰς διαλλα- γάς· ὡς ἔγωγε δέδοικα μὴ τοῦ πράγματος ἁπτόμενος Ἀκεσίας γένωμαι.