Ancient Greek · ~4 min
Letter 483
Libanius, Epistulae 1-839 483
Not analysed yet
Δι’ μὲν ὀκνηρῶς πρὸς τὸ ἐπιστέλλειν ἔσχον, παρὰ τῶν γραμμάτων ἔμαθες, εἴπερ ἔλαβες, ἃ διὰ τῶν Βάσσου παίδων ἔπεμπον. Μάλχον δὲ τουτονὶ πρὸς ὑμᾶς ἀφικνούμενον μὴ δι’ ἐμοῦ σοι γενέσθαι φίλον τῶν ἀτόπων ἐφαίνετό μοι. ὅτι μὲν γὰρ καὶ χωρὶς ἐμῶν γραμμάτων οὗτός τε τῆς νεὼς ἐκβὰς σὲ πρὸ τῶν ἄλλων εὐθὺς ἔμελλε ζητήσειν σύ τε προσιόντα τοῦτον ὡς ἡμερώτατα δέξεσθαι, δῆλον, μακρῷ δὲ ἥδιον ἀμ- φοῖν ἐμὲ τὸν συνάγοντα εἶναι. Μάλχος μὲν οὖν πλήρης ὢν τῶν περὶ σοῦ λόγων ἔρχεται τοὺς μὲν παρ’ ἐμοῦ δεξάμενος, τοὺς δὲ παρ’ ἄλλων, οἳ παρ’ ἐμοῦ μαθόντες ἄλλους διδάσκουσι· περὶ δὲ τοῦδε γράφω τοσοῦτον, ὅτι χρηστὸς μὲν ὡς οὐκ ἄλλος, ῥητορικὸς δὲ οὐχ ἧττον ἢ χρηστός. ποίει δὲ τὴν πόλιν αὐτῷ τοιαύτην ὥστε αὐτὸν ἐπαινεῖν τῆς ὁδοῦ. μᾶλλον δέ, οὐδέν σε δεῖ τὰ ἄλλα πονεῖν, ἀλλ’ ἢν ‘ὲν τοῦτο χαρίσῃ τὸ νο- μίσαι τὸν ἄνδρα οἷός ἐστι καὶ γράψασθαι ἐν ἐπιτηδείοις, τὰ μέγιστα ἀπολέλαυκε τῆς ὁδοῦ.