Ancient Greek · ~1 min
Letter 484
Libanius, Epistulae 1-839 484
Not analysed yet
υπδ΄. Ἀνδρονίκῳ. (356) Μάλχος ἡμᾶς ἐθαύμασε καὶ Μάλχον ἡμεῖς ἐφιλήσαμεν. ἐπεὶ οὖν τὸ πρότερον ἐκεῖνος ποιεῖ μετὰ σοῦ, <ποίει σὺ> μεθ’ ἡμῶν τὸ δεύτερον καὶ χρηστόν τε ἡγοῦ καὶ θάρρει τῷ τρόπῳ καὶ συλλαμβάνου πράξεων καὶ ὅ τι ἔχεις, ὠφέλει διά τε σαυτοῦ καὶ τῆς πόλεως ὅλης. ἀκούω γὰρ ὡς εὖ ποιῶν ἐν τῇ πόλει δύνασαι.