Ancient Greek · ~1 min
Letter 486
Libanius, Epistulae 1-839 486
Not analysed yet
Ἀπαγγελεῖ σοι Μάλχος, ὅπως ἡμῖν ἔχει τό τε σῶμα καἰ τὰ πράγματα σὺ δὲ πρὸς ταῦτα περὶ τῶν σαυτοῦ βουλεύσῃ. καίτοι γε ἃ πάλαι δοκεῖ, τί δεῖ περὶ τούτων ἔτι σκοπεῖν; ἀλλ’ ὅμως σοι δίδωμι βουλεύσασθαι πάλιν. οἶδα γὰρ ὅτι ταὐτὸ φανεῖται καὶ καλὸν καὶ συμφέρον ἐν Συρίᾳ Σιλανοῦ χρῆσθαι τῇ τέχνη.