Ancient Greek · ~2 min
Letter 485
Libanius, Epistulae 1-839 485
Not analysed yet
Τὰ κάλλιστα τῶν παρ’ ὑμῖν Μάλχῳ προξενεῖν ἐθέλωv πῶς ἔμελλον σὲ παρήσειν, ὃς τὰ μὲν ἄλλα τοῖς φίλοις ἧπερ οἱ ἄλλοι βοηθεῖς, πλέον δέ τι παρὰ τοὺς ἄλλους εἰσφέρεις ἀνἐ- χων τῇ τέχνῃ τὰ σώματα; τὸν οὖν ἑταῖρον ἡμῖν τήρει τε ἐν ὑγείᾳ καὶ ὅπως ὧν ἐπιθυμεῖ τεύξεται συμπόνει. πάντως δὲ ὁ μὲν ὢν ἀγαθὸς καλῶν τε ἐπιθυμεῖ καὶ οὐ χαλεπῶν, σοὶ δὲ τοσαύτη δύναμις ὥστε κἂν ἐκείνοις ἀρκέσαι.