Ancient Greek · ~6 min
Letter 495
Libanius, Epistulae 1-839 495
Not analysed yet
Οὐδὲ πρότερον μὲν ἐν τοῖς πολίταις ἠπιστούμην περὶ σοῦ λέγων ἃ περὶ σοῦ λέγειν ἄξιον ἦν· οἱ δὲ συγγενόμενοι τῶν ἐμῶν πολιτῶν μάρτυρές μοι γενόμενοι πρὸς ἅπασαν τὴν πόλιν πλείω τὴν πίστιν ἐνέθηκαν, Ἀντίοχος ἐκεῖνος ὁ χρηστός, Ἀπελλίων ὁ βέλτιστος, πάντες ὅσοι δι’ ὑμῶν ἰόντες ἔλαβον παρὰ τῆς Τύχης τὸ γνῶναι τὴν σὴν ψυχήν. ὥστ’ ἐν τοῖς ἐπ’ ἀγορᾶς συλλόγοις τὸ πολὺ τῶν λόγων σὺ ποιεῖς καί τινες ἤδη τῶν οὐκ εἰωθότων κινεῖσθαι σπεύδουσιν ἰδεῖν τὸν ὑμέ- τερον τόπον, οὐχ ὅπως ἐκεῖνον ἴδοιεν, ἀλλ’ ὅπως ἐν ἐκείνω σὲ τὸν γόητα. τουτὶ γὰρ ἐκόμισεν Ἀντίοχος τοὔνομα μάλα δὴ κατασχεθεὶς ὑπὸ σοῦ. σὺ δ’ ὅτι μὲν ἀπηλλάγης ποτὲ τοῦ τάφου τῆς γυναικός, ἐπαινῶ· φασὶ δέ σε μηδὲν γεγονέναι φαιδρότερον ἡ ὅτε παρεκάθου τῷ τάφῳ ἀλλὰ τὸν μὲν τόπον ἀφεῖναι τῆς δὲ ἀθυμίας ἔχεσθαι καὶ τὸ πρόσωπον πάνυ δεικνύναι γέροντος. σοὶ μὲν οὖν ἐκ λύπης, ἐμοὶ δὲ τοῦτο παρὰ τοῦ νοσεῖν. νοσῶ δέ, ἐξ οὗπερ ἧκον, καὶ οὐδὲ παύσεταί γε τὸ κακόν, πρὶν ἂν παύσωμαι τῆς πατρίδος ἐρῶν. θαυμάζω δὲ ὅπως ἠχθέσθης τὰ γράμματα ἀπαιτούμενος εἰδὼς τὸν ἡμέ- τερον τρόποι ὡς οὐκ οἶδεν ἀντὶ τῆς Πηνελόπης τὴν Ἑλένην ἐπαινεῖν. νῦν δέ, ἐπειδὴ διδάσκεις, μικρὰ μὲν καὶ νῦν γέ- γραφας ἐνὸν πλείω, τοῦ δὲ μηδενὸς τοῦτο πλέον. πειρασόμεθα δὲ μὴ γενέσθαι κακοὶ τοῦ θέρους ἡμᾶς ἀπὸ τῶν μειρακίων ἐλευθεροῦντος, ἐν ᾧ τι καὶ βέλτιον ἄν τις φθέγξαιτο.