Ancient Greek · ~3 min
496.1 to 496.3
Libanius, Epistulae 1-839 496.1-3
Not analysed yet
Θαυμάζεις ὅτι σὺ μὲν ἡμῖν ἐπεκούρεις ἔργῳ καὶ ὅ τι εἶχες ἐβοήθεις, ἡμεῖς δὲ οὐδὲ ὅ τι ἡμῖν ἐκ τῆς βοηθείας ὑπῆρξεν ἐγράψαμεν. τοῦτο δὲ ἐποίουν βασανίζων ἐν χρόνῳ τὴν συμ- μαχίαν, ᾧ μόνῳ τὴν δύναμιν αὐτῆς ἦν ἰδεῖν. οὐ γὰρ ὀφθαλ- μῷ γε ἐκρίνετο ἄν, ἀλλὰ τῷ κωλῦσαι τὸ νόσημα μὴ ὡς πρό- τερον ἐπελθεῖν. ὅ τι δ’ οὖν ἤνεγκεν ὃ πέπομφας, ἄκουσον· ἐρῶ δὲ μεῖζον οὐδὲν οὐδὲν οὔτ᾿ ἔλαττον. τὰς μὲν προσβολὰς ὅλως οὐκ ἀνῄρηκεν, βραχυτέρας δὲ κατὰ τὸν χρόνον ἐποίη· σεν· ἀντὶ γὰρ ἡμερῶν ἑπτὰ καὶ ἔτι πλειόνων εἰς δύο συνέστειλε τὸ πάθος, ὅσα γε ἐκ τῶν πεπραγμένων. τὸ μέλλον δὲ ἀφείσθω τῷ θεῷ.