Ancient Greek · ~1 min
Letter 53
Libanius, Epistulae 1-839 53
Not analysed yet
Δόμνος ἐκεῖνος, ᾧ τὴν ζημίαν ἀνεβάλου κελεύσας εἰς τὴν βασιλέως πρᾳότητα καταφεύγειν ὑπὲρ τῆς ἀπαλλαγῆς, τὸ μὲν πεποίηκε καὶ τετύχηκεν ἐλέου, δεῖται δέ σου τοῦτον αὐτῶ βεβαιῶσαι τὸν ἔλεον. φυλάττων δὴ τὸν σαυτοῦ νόμον, εἰ δὲ βούλει, τὸν τοῦ Διός, ὁ δέ ἐστιν ἀπεῖναι τῶν ὑποσχέσεων ἀπάτην, τήρησον Δόμνῳ τὸν ἀγρόν, ὅθεν αἱ τῆς τροφῆς ἐλπίδες.