Ancient Greek · ~2 min
Letter 520
Libanius, Epistulae 1-839 520
Not analysed yet
Οὐ λέληθεν ἡμᾶς οὔθ’ ὅπως σὺ τὴν Αἴγυπτον ὠφελεῖς οὔθ’ ὅπως Αἰγύπτιοι σὲ φιλοῦσι καὶ χωροίη γε ταῦτα ἄμφω διὰ τέλους. πρόσθες δὴ τοῖς εὖ πεπονθόσιν ὑπὸ σοῦ καὶ τουτονὶ Δουλκίτιον, ὃς ἄλλως οὐκ ἂν ἐλθὼν εἰς Αἴγυπτον, ἐπειδὴ σὺ τἀκεῖ φυλάττεις, ἥκει νομίζων ἴσως μέν τι καὶ ἄλλο κερδανεῖν, μέγιστον δὲ καὶ πρὸ τῶν ἄλλων εὐθὺς τὸ σὲ προσ- ἰδεῖν. ὡς οὑν ἡμῖν τε ἐπιτήδειον καὶ σὸν ἐραστὴν ποίει τῶν ἄλλων εὐδαιμονέστερον.