Ancient Greek · ~2 min
Letter 521
Libanius, Epistulae 1-839 521
Not analysed yet
Δουλκίτιός ἐστι μὲν ἀπὸ τῆς ἰσχυούσης ὅσον οἶσθα συμμορίας, βούλοιτο δ’ ἂν ἐπιεικείᾳ μᾶλλον ἢ τῷ δύνασθαι δόξαι τῆς παρὰ σοῦ τιμῆς τυγχάνειν. γινέσθω δέ σοι ση- μεῖον τὸ τοῖς παρ’ ἡμῶν αὐτὸν μᾶλλον πιστεῦσαι γράμμασιν ἢ ὅσα τῆς ἀρχῆς ἔρχεται φέρων. τὸ δὲ αὐτὸ τούτῳ τε ἰσχυρὸν καὶ σοί τις ἔπαινος, εἰ φαίνοιο τοὺς σοφιστὰς μᾶλλον αἰδού- μένος ἢ τοὺς ἄρχοντας φοβούμενος. ἐγὼ μὲν οὖν οἶδα τούτῳ χάριν, ὅτι μοι προσειπεῖν ἔδωκέ σε· σὺ δ’ εἰ τοῦ λαβεῖν ἔχεις, δεῖξον ἔργῳ. πάντως δὲ ἀρκέσει Δουλκιτίῳ γνῶναι τοὺς Αἰγυπτίους ὡς ἄρα αὐτὸν ἐπίστασαι.