Ancient Greek · ~1 min
Letter 531
Libanius, Epistulae 1-839 531
Not analysed yet
Ὑπῆρξεν ἡδύ τι Ῥουφίνῳ παρ’ ἡμῖν, ἤκουσέ μου. καὶ δὴ καὶ αὐτὸς ἡδόμην Ῥουφῖνον ὁρῶν ἀκούοντά μου. ἴσῃ δὲ καὶ σὺ τῶν ἡδομένων ταῦτα ἀπαγγέλλοντος ἀκούων. ἔνι γὰρ αὐτῷ περί τε ἡμῶν εἰπεῖν τι καλὸν καὶ περὶ τῶν Βοιω- τῶν, ὅτι εἶεν Βοιωτοί.