Ancient Greek · ~2 min
Letter 539
Libanius, Epistulae 1-839 539
Not analysed yet
Καὶ πρότερον ἐπέστειλά σοι παρακαλῶν σε μὴ τὴν πα. τρίδα ἀτιμάσαι καὶ νῦν ταὐτὰ παρακαλῶ Ῥώμην μὲν θαυμά- ζειν, οἰκεῖν δὲ τὴν σαυτοῦ. τόπος δέ σοι καὶ χοροὶ νέων καὶ ψήφισμα τιμὰς ἔχον, πάντα εὐτρεπῆ. δεῖ δ’ ἐμοῦ τοῖς πράγμασι τῆς σῆς φωνῆς. εἰ γὰρ δεῖ τοὺς ἡμετέρους ἑταίρους ἐν δίκαις ἰσχύσαι, τοῦτο δὲ ἀμήχανον ὑπὸ τῆς ἑτέρας γλώτ- της, πῶς οὐ χρὴ παρόντα σὲ συνεφάπτεσθαι τοῦ ποιμνίου; ἀλλ’, ὦ γαθέ, γενοῦ ποτε καὶ διδάσκαλος, ἐπειδὴ μαθη- τὴς ἐγένου γενναῖος, καὶ αὐτός τε ἐλθεῖν καὶ μετὰ βιβλίων.