Ancient Greek · ~2 min
Letter 540
Libanius, Epistulae 1-839 540
Not analysed yet
Κἀκεῖνο ἂν εἶχε καλῶς, εἰ παρὼν ἐχρῶ τῷ νόμῳ, καὶ τὸ νῦν οὐ κακῶς, τὸ μηδὲ ἀπόντα τὸν νόμον ἐκλιπεῖν. ἥσθην δὲ τῷ τε μετ’ ἐπιστολῆς ἴν τὸ χρυσίον καὶ ὅτι τἀναντία τοῖς πολλοῖς τῶν νέων ποιεῖς. οἱ μὲν γὰρ φεύγουσι τοὺς ἐφεστηκότας, σὺ δὲ καλεῖς τὸν ἐπιστησόμενον δηλῶν ὡς καἰ νῦν ἐν τῷ πονεῖν διάγεις ἀντ’ ἐμοῦ τὸν πατέρα τιθέμενος· ᾧ γένοιο παραπλήσιος· ὡς τό γε νικῆσαι τῶν ἀμηχάνων.