Ancient Greek · ~1 min
Letter 547
Libanius, Epistulae 1-839 547
Not analysed yet
Ἂν γράψω τι χρηστὸν περὶ τοῦ Θεμιστίου, σὺ μὲν πολ- λοῖς τὰ γράμματα δείξεις, ἐκείνῳ δὲ οὐκ ὀλίγοι φήσουσι σὲ ἐξαπατᾶσθαι· ταυτὶ γὰρ εἶναι τῶν διδασκάλων ἐπαινεῖν τοὺς ὁμιλητάς, κἂν ὦσι φαῦλοι. ἐγὼ οὖν ἃ σύνοιδα τῷ νεανί- σκῳ γράφειν ἀφεὶς αὐτόν σε ἥκειν ἀξιῶ τοὺς ἐν αὐτῷ λόγους ὀψόμενον.