Ancient Greek · ~2 min
Letter 548
Libanius, Epistulae 1-839 548
Not analysed yet
Ἤκουον εἶναί σε καλὸν κἀγαθὸν καὶ ἐπεθύμουν ἰδεῖν. ἰδὼν εὗρον βελτίω τοῦ λόγου καὶ ταχέως ἐζήτουν τὸ κέρδος, ἐπειδήπερ ἀπῆλθες ὀξέως. ἐντυχὼν δή σου τῷ κηδεστῇ καὶ συγγενεῖ τούτῳ τῷ φέροντί σοι τὴν ἐπιστολὴν λόγον ἐποιη- σάμην πρὸς αὐτοὺς τὰ σὰ καὶ ἐπήνεσα καὶ ἐπαινούντων ἤκουσα. τὸ δὲ μὴ παρεῖναί σε δεικνύντι μοι λόγους τοῖς μὲν εἶναι ἐδόκει σὸν βλάβος, ἐμοὶ δὲ ἐμόν. ἥσθην δὲ ὅτι παῖς ἐν μουσείοις ἐστί σοι λόγων ἀθλητὴς καὶ ποιῶν σε μετὰ τῆς ἀδελφῆς εὔπαιδα κεκλῆσθαι.