Ancient Greek · ~2 min
Letter 56
Libanius, Epistulae 1-839 56
Not analysed yet
Οὐκ ὤκνησά σοι γράψαι δι’ ἀνδρὸς δικαζομένου, προσ- θείην δ’ ἂν καὶ ὑπὲρ ἀνδρός. εἰ μὲν γὰρ ἀδικεῖν ἐφαίνετό μοι ἂν ἀπηλαύνετο παρ’ ἐμοῦ δίκαια δὲ ἔχοντι λέγειν ὁ δοὺς ἐπιστολὴν οὐκ ἠδίκηκε τὸν δικαστήν. εἰ γὰρ αὐτὸς αὑτὸν παρακαλεῖ τῷ δικαίῳ βοηθεῖν, τί δεινόν, ἂν ἀκούσῃ παρ’ ἄλλου περὶ τῶν δικαίων; γνώσεται μὲν γὰρ ἃ καὶ γραμ- μάτων χωρὶς ἐψηφίζετ’ ἄν, προσέσται δὲ αὐτῷ τὸ καὶ φίλον τετιμηκέναι δοκεῖν