Ancient Greek · ~3 min
Letter 55
Libanius, Epistulae 1-839 55
Not analysed yet
Ὀψὲ μὲν ἥκει σοι Παλλάδιος, πολλὰ δ’ οὖν ὑπὲρ μι- κρῶν πονήσας. κεκοινώνηκα δὲ καὶ αὐτός, ὡς αὐτὸς ἐρεῖ σοι Παλλάδιος, τοῦ πόνου. τὸ δὲ αἴτιον τῆς τριβῆς οὐ τὸ μὴ βούλεσθαί σοι χαρίζεσθαι τὸν χρηστὸν Ἑρμογένην. καὶ γὰρ ἐπίσταταί σου τὸν τροπὰν καὶ τὴν ἀρχὴν ἐπαινεῖ καὶ τὴν πε- νίαν οὐκ ἀγνοεῖ τῶν τε εὐχομένων αὑτῷ προβῆναι τὴν παροῦ- σὰν τάξιν εἰς μῆκος ἕνα σε νομίζει καλῶς ὑπειληφώς. ἐγὼ γάρ σοι ταύτην σύνοιδα τὴν εὐχήν. ἀλλ’ οἶμαι ,τὸ μὲν πρῶτον ἐταράττετο βασιλέως δή τισι γράμμασιν, ἃ μὴ προσ- άπτεσθαι τοῦ σίτου διεκώλυεν· ἐπεὶ δὲ ἔδοξέ τι καὶ τολμῆσαι σὴν χάριν, τὸ πλῆθος τῶν πραγμάτων ἀναβολὴν ἐποίει. δώ- σειν μὲν γὰρ ἔφασκεν ἀεὶ καὶ οὐκ ἔστιν ὅτε οὐ τοῦτο εἶπεν ὅτι δώσω, δέδωκε δέ, ἡνίκα ἐξεγένετο.