Ancient Greek
Letter 576
Libanius, Epistulae 1-839 576
Not analysed yet
Ἅπαν ἡμῶν τὸ γένος διὰ σοῦ καὶ κτᾶταί τι χρηστὸν καὶ διαφεύγει κακόν. Ἰάμβλιχος δὲ ἡμῶν ἐν τῷ γένει κατὰ Πίνδαρον ἀστὴρ ἀρίζηλος, σώφρων, ἐπιεικής, εἰδὼς αἰδεῖ- σθαι, λόγων ἐπιθυμητής, χρημάτων κρείττων, οὐκ εἰδώς, ἢν εὖ πάθῃ, τῆς μνήμης ἐκβαλεῖν τὴν χάριν· ὥστε, εἰ πάντα αὐτῷ γένοιο, περὶ τὸν ἄριστον ἡμῶν ἔσῃ πρόθυμος. καὶ ταῦτα ἐγὼ γράφω νῦν, οὐχ ὅπως ἄρξῃ τὸν νεανίσκον ὠφελεῖν, πάλαι γὰρ δὴ τοῦτο ποιεῖς, ἀλλ’ ὅπως ὧν τε ἤρξω πάλαι, τούτοις ἐμμείνῃς καὶ ἐμοὶ συνησθῇς, ὅτι μοι τούτου φρον- τίς, οὐ μὴ φροντίζων ἠδίκουν ἄν.