Ancient Greek · ~2 min
Letter 582
Libanius, Epistulae 1-839 582
Not analysed yet
Καλή γε ἡ συνωρίς, σὺ καὶ Δομέτιος ὸ χρηστός. ζεύ- γνυσι δὲ ὑμᾶς ἡνίοχος ἀγαθὸς μίαν ψῆφον ὑπὲρ ἀμφοῖν θέμενος. ὁ γὰρ σὲ καλῶν ἐπὶ κοινωνίᾳ τῶν πόνων τοῦτον οὗτος ἐπὶ τοῖς ἴσοις. ἀλλὰ σὺ μὲν οὐδὲ μελετήσας καθῆ- σθαι μένεις, ὁ δὲ ἔρχεται κουφιῶν τὸν ἄρχοντα, μακάριος μέν, ὑφ’ οἴου κέκληται, ποιήσων δὲ κἀκεῖνον εὐδαίμονα τῇ παρ’ αὑτοῦ φορᾷ. ἔστι δὲ ἡ φορὰ νόμων ἐμπειρία, λόγων δεινότης, δικαιοσύνη τρόπων. σὺ τοίνυν τῷ μὲν συνηδό- μένος, οἷον λήψεται, τῷ παρ’ οἷον ἔρχεται, τὸν ἄνδρα ποιοῦ φίλον, ὥστε καὶ σοὶ συνησθῆναι τοῦ κτήματος.