Ancient Greek · ~4 min
Letter 581
Libanius, Epistulae 1-839 581
Not analysed yet
Τὸ μὲν προσπεσεῖν σοι πολλὰ λυπηρὰ μετὰ τὴν ἀρχὴν λέγων, αὐτὰ δὲ οἷς ἐλυπήθης οὐκ εἰπὼν πᾶν εἶδός με κακῶν ἠνάγκασας ἐννοεῖν, ὥστ’ οὐκ ἔστιν ἐφ’ ὅ τι δυσχερὲς τὴν ψυχὴν οὐκ ἄγων ἀπεύχομαι μὲν μηδὲν εἶναι τούτων, φοβοῦμαι δὲ μὴ τούτων ἐνῇ τι. εἰ μὲν οὖν ᾔδειν, καθ’ ὃ μέμφῃ τὸν δαίμονα, πρὸς τοῦτ’ ἂν ἐποιούμην τὸν λόγον ἐπεὶ δὲ ἁπλῶς ὡς εἴης ἐν χαλεποῖς ἀκήκοα, παραινῶ σοι παντὸς ἀνδρειότε- ρον εἶναι κακοῦ τὸ πανταχοῦ λεγόμενον ἡγούμενος εὖ ἔχειν, ὡς οὐκ ἔστιν ἴασις συμφοραῖς ἡ λύπη. καλῶς δέ μοι δο- κεῖς καὶ τοῦτο βεβουλεῦσθαι, καταφυγεῖν εἰς Νικαίαν· παρα- μύθιον γὰρ οἷον οὐκ ἄλλο ζῆν σὺν Ἀρισταινέτῳ καὶ μορφὴν ἐκείνην ὁρᾶν καὶ λόγων ἀκούειν ἐκείνων καὶ παίζοντος γάννυ- σθαι καὶ σπουδάζοντος ὠφελεῖσθαι. χρῶ τοίνυν τῷ καλῶς εὑρημένῳ φαρμάκῳ. εἰ δὲ καὶ τὰ ἡμέτερα γράμματα φάρμακον, ἕξεις ἐπὶ τῷ προτέρῳ τὸ δεύτερον.