Ancient Greek · ~2 min
Letter 589
Libanius, Epistulae 1-839 589
Not analysed yet
Χρηστός γε ὁ Λεόντιος καὶ τῶν εὐφημιῶν αἷς αὐτὸν ἐκόσμεις οὐκ ἀνάξιος. καίτοι μικρὰ μέν μοι συγγεγένηται διὰ τὸ πλῆθος τῶν πραγμάτων. εὖ γὰρ ἴσθι, τῶν περὶ τοὺς νέους ἀσχολιῶν οὐκ ἐλάττους ἡμῖν αἱ περὶ τοὺς ἄρχοντας, ἃς ἀηδῶς μὲν ὑπομένομεν, φυγεῖν δὲ οὐκ ἔχομεν τοὺς δεομένους αιδού- μενοι. τὸν δ’ οὖν Λεοντίου τρόπον οὐδ’ οὕτως ἠγνοήσα- μεν, ἀλλ’ εὕρομεν τὸ τῆς ἐπιστολῆς ἐν τῷ φέροντι. πειθόμενος δὲ οἷς ψηφίζῃ περὶ ἡμῶν πείθεται μὲν ἀγαθῷ, εἰ πείθεται δὲ περὶ τοιούτου, τοῦτο οὐκ οἶδα.