Ancient Greek · ~2 min
Letter 590
Libanius, Epistulae 1-839 590
Not analysed yet
Οὐ παύσῃ ποτὲ τὰ μικρὰ μεγάλα νομίζων καὶ πολλοῦ τινος ἄξια τὰ μηδενός; ἀλλ’ ἂν φθέγξωμαί τι, σεμνὸν εὐθὺς τοῦτο παρὰ σοὶ καὶ ζητεῖς καὶ ποθεῖς καὶ τὸ μήπω λαβεῖν ἐγκαλεῖς. ἀεὶ μὲν οὖν μοι φαύλων ἐρᾶν ἐφαίνου τῶν ἡμε- τέρων ἐρῶν, νῦν δ’ οὐχ ἥκιστα σπουδάζειν περὶ μικρά. γνώσῃ δέ, ἢν λάβῃς, λήψῃ δὲ οὐκ εἰς μακράν, ὡς οὗ κλέος εἰς ὑμᾶς ἀφῖχθαι λέγεις, σκιὰ λόγου μᾶλλόν ἐστιν ἢ λόγος.