Ancient Greek · ~3 min
Letter 599
Libanius, Epistulae 1-839 599
Not analysed yet
Ὡν ἐδεήθης ἔχων ἃ δώσειν ἔφης ἀπόστελλε καὶ χαρίζου τῇ πατρίδι τοῖς ἐρχομένοις ἐκ τῆς πατρίδος κεχαρισμένα. λόγος δὲ παρ’ ἡμᾶς ἀφῖκται θαυμαστὰ παρ’ ὑμῖν τὰς ἄρκτους ἐργάζεσθαι καὶ εἶναι τοσαύτας ὥστε καὶ ἐκπέμπειν ἔχειν. καίτοι μίαν οὖσαν πάντως ἂν σύ γε τῶν σῶν πολιτῶν τὴν μίαν ταύτην ἐποίησας συγγνώμην ἔχων καὶ παρ’ αὐτῶν ἐκεί- νων οὓς ἀφῃροῦ, μᾶλλον δὲ ἔπαινον, οὐ συγγνώμην, εἰ τιμῶν ἐφαίνου τὴν σαυτοῦ. λογίζου δὲ τὴν ἡμέραν ἐκείνην, ἐν ᾗ πᾶσα μὲν ἤθροισται πόλις ἐπὶ τὴν θέαν, ἄρκτος δὲ βοὴν ἐκκαλεῖται, ζητεῖ δὲ ὁ θεωρός, παρ’ ὅτου τὸ θηρίον, σὲ δὲ ἀκούει καὶ πρὸς ἕτερον λέγει καὶ γίγνῃ τῷ λειτουργοῦντι τῶν ἐπαίνων κοινωνός.