Ancient Greek · ~2 min
Letter 598
Libanius, Epistulae 1-839 598
Not analysed yet
Ἕως ἂν ᾖς καὶ σώζῃ τῇ Βιθυνίᾳ, καὶ δι’ ἀνδρῶν ἔστι τῷ ἔθνει νικᾶν· οὐ γὰρ ἂν ἄλλοι γε δείξειαν ἕτερον Ἄλκιμον. τοῖς δὲ περὶ τῶν ἄρκτων γράμμασιν ἑορτὴν ἐποίησας τῇ πόλει. μεγάλα γὰρ ἀκούοντες ἀπιστεῖν οὐκ εἶχον σοῦ λἐγον- τος, ἀλλ’ ἐγγύς τι καθειστήκεσαν τοῦ ὁρᾶν. ἡγοῦμαι δὲ σοὶ τὰς παρδάλεις ἥκειν, ἡνίκα πρὸς ἡμᾶς τὰ περὶ ἐκείνων γράμ- ματα. πάλαι γὰρ δὴ πλέουσι καί, ὡς εἰκάζειν ἔστιν, ἐχρήσαντο πλῷ. τερπόμενος δὴ τοῖς ἐνθένδε τέρπε τοῖς ἐκεῖθεν ἡμᾶς μεμνημένος ὅτι τῶν προτέρων αἱ νῦν κυνηγέταις, ὡς ὁ σὸς λόγος, χαλεπώτεραι.