Ancient Greek · ~2 min
Letter 60
Libanius, Epistulae 1-839 60
Not analysed yet
Δέχου καἰ τὸν Φιλόξενον ἄξιον διὰ πάντων τυ ὑμε- τέρας συγγενείας φανέντα πόνοις τε πολλοῖς κεχρημένον καἰ τὸ διὰ τοὺς τρόπους εὐδοκιμεῖν οὐ χεῖρον νομίσαντα τοῦ διὸ τοὺς λόγους. καίτοι σὺ πέμπειν αὐτὸν ὡς ἡμᾶς διανοού- μενος τοῖς ἄλλοις ἐπαίνοις ἐπέθηκας, ὡς κοὶ ἐν κρίσει χειρῶν ὅτι πλεῖστον εἰσοίσει. ὁ δὲ τἄλλα βεβαιώσας ἐν τούτῳ σε ψεύ- στην ἀπέφηνε τῶν ἀσθενῶν μᾶλλον τὴν ἡσυχίαν τιμήσας. σὸν τοίνυν ἢ δίκην τούτου λαβεῖν ἢ καὶ τοῦτο θαυμάσαι.